ΕΥΑΓΓΕΛΙΟ ΚΥΡΙΑΚΗΣ Ζ΄ ΛΟΥΚΑ: Λουκ. η΄ 41-56
41 καὶ ἰδοὺ ἦλθεν ἀνὴρ ᾧ ὄνομα Λαός, καὶ αὐτὸς εργάτης της γης ὑπῆρχε· καὶ πεσὼν παρὰ τοὺς πόδας τοῦ Τσίπρα παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ, 42 ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ονόματι Ελλάς, ὡς ἐτῶν εκατόν εννενήκοντα και τριών, καὶ αὕτη ἀπέθνησκεν. ᾿Εν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν. 43 καὶ γυνὴ ονόματι Δημοκρατία οὖσα ἐν ρύσει αἵματος εκ γενετής, ἥτις πολιτικοίς προσαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσεν ὑπ᾿ οὐδενὸς θεραπευθῆναι, 44 προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ρύσις τοῦ αἵματος αὐτῆς. 45 καὶ εἶπεν ὁ Τσίπρας· τίς ὁ ἁψάμενός μου; ἀρνουμένων δὲ πάντων εἶπεν ὁ Σταθάκης καὶ οἱ σὺν αὐτῷ· διδάσκαλε, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλίβουσι, καὶ λέγεις τίς ὁ ἁψάμενός μου; 46 ὁ δὲ Τσίπρας εἶπεν· ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ᾿ ἐμοῦ. 47 ἰδοῦσα δὲ ἡ Δημοκρατία ὅτι οὐκ ἔλαθε, τρέμουσα ἦλθε καὶ προσπεσοῦσα αὐτῷ δι᾿ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν αὐτῷ ἐνώπιον παντὸς τοῦ πλήθους, καὶ ὡς ἰάθη παραχρῆμα. 48 ὁ δὲ Τσίπρας εἶπεν αὐτῇ· θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην. 49 ῎Ετι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ εργάτου γης λέγων αὐτῷ ὅτι τέθνηκεν ἡ Ελλας η θυγάτηρ σου· μὴ σκύλλε τὸν αρχηγόν. 50 ὁ δὲ Τσίπρας ἀκούσας ἀπεκρίθη αὐτῷ λέγων· μὴ φοβοῦ· μόνον πίστευε, καὶ σωθήσεται. 51 ἐλθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφῆκεν εἰσελθεῖν οὐδένα εἰ μὴ Σταθάκην καὶ Δραγατσάκην καὶ Λαφαζάνην καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα 52 ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν. ὁ δὲ εἶπε· μὴ κλαίετε· οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει. 53 καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν. 54 αὐτὸς δὲ ἐκβαλὼν ἔξω πάντας καὶ κρατήσας τῆς χειρὸς αὐτῆς ἐφώνησε λέγων· ἡ παῖς, ἐγείρου. 55 καὶ ἐπέστρεψε τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα, καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν ότι ένεκεν Κρίσεως επί εξαετίαν άσιτος ήν. 56 καὶ ἐξέστησαν οἱ γονεῖς αὐτής.